Σαλπίσωμεν εν σάλπιγγι ασμάτων | Ύμνοι επί τη καταθέσει της Τιμίας Ζώνης της Θεοτόκου

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • «Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων», δοξαστικὸ Ἀποστίχων Ἐσπερινοῦ, ἦχος πλ α΄, μέλος Ματθαίου Βατοπαιδινοῦ
    Βρείτε ολόκληρο το album εδώ: orcd.co/timiazoni
    Ποιητικά Κείμενα:
    Δόξα, Καὶ νῦν
    Ἦχος πλ. α´
    Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, ἠχήσωμεν ἑόρτια καὶ χορεύσωμεν εὐφραινόμενοι, ἐν τῇ πανσέπτῳ καταθέσει, τῆς ἀκηράτου Ζώνης Μητρὸς τοῦ Θεοῦ ἡμῶν· προκύψασα γὰρ αὐτή, ἐκ τῶν ἀδύτων πανσέπτου αὐτῆς σοροῦ, ταῖς πλουτοδότοις χάρισι, καταστέφει, τοὺς αὐτὴν εὐλαβῶς προσπτυσσομένους. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τῆς βασιλίδος σειράν, τὴν οὐρανίαν, κροτείτωσαν τοῖς ὕμνοις. Ποιμένες καὶ Διδάσκαλοι, τῆς τοῦ καλοῦ Ποιμένος Μητρός, σφενδόνην χρυσόπλοκον, συνελθόντες εὐφημήτωσαν· Ἱερεῖς καὶ μονάζοντες, τὴν νοητὴν πορφυρίδα, πλουτοποιὸν χάριν παρέχουσαν τοῖς πᾶσι πανταχοῦ πιστοῖς, εὐφήμως γεραιρέτωσαν. Τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὸ διαυγέστατον τόξον, κατὰ τῶν ἀντιπάλων πεμπόμενον καιρίως, ᾄσμασι θεηγόροις ἐγκωμιάζοντες, οὕτως εἴπωμεν· σειρὰ διαυγεστάτη, ἡ τὸ ἀκήρατον τῆς Θεοτόκου σῶμα, περισφίγξασα, καὶ τὸν ἐν κοιλίᾳ φερόμενον Θεὸν περιστείλασα, Ζώνη τηλαυγεστάτη περίσῳζε, τοὺς ταπεινοὺς ἡμᾶς, ἀπὸ παντοίας ἀνάγκης, καὶ δίδου τοῖς εὐλαβῶς σου ἁπτομένοις, εὐρωστίαν εἰρήνην, λυτρουμένη τῶν δεινῶν, καὶ σῴζουσα τὰς ψυχὰς ἡμῶν.
    Credits:
    Salpisomen en salpiggi asmaton, doxastiko apostihon | Imni epi ti katathesi tis Timias Zonis tis Theotokou
    Download the album: orcd.co/timiazoni
    🌐 Η ιστοσελίδα μας: www.vatopedi.gr/
    #TimiaZoni #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers

КОМЕНТАРІ •