Παρασκευή της Ε' εβδομάδος των Νηστειών

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ε’ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
    Στιχηρὰ τοῦ Τριῳδίου
    Ἦχος πλ. β'
    Ἰδιόμελον
    Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας καὶ χάριτος, τὸν χιτῶνα ὑπ' αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος.
    Μέλος ἐκ τῆς Μουσικῆς Κυψέλης Στεφάνου Λαμπαδαρίου
    Τὸ κείμενο τοῦ παρόντος ἰδιομέλου ἐκ τῆς νεοτέρας ἐκδόσεως τοῦ Τριωδίου, Ἀποστολικῆς Διακονίας, ἐπιμελείᾳ π. Κωνσταντίνου Παπαγιάννη

КОМЕНТАРІ • 2

  • @tsitostauros_
    @tsitostauros_ 3 роки тому

    Κύριε συνάδελφε δώστε χρώμα στο ύμνο

  • @DragonBall-ly1rj
    @DragonBall-ly1rj 3 роки тому

    Дали може нешто тропар на 1 глас