ΟΜΗΡΙΚΟΣ ΥΜΝΟΣ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ (610 LOW)

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024

КОМЕНТАРІ • 9

  • @nikosdmk3696
    @nikosdmk3696 25 днів тому +1

    Πολύ ωραία απαγγελία! ❤

  • @margaritazuki-sj2fq
    @margaritazuki-sj2fq 6 місяців тому +1

    Υπέροχο..
    Ανάταση ψυχης😊

  • @nikmyk
    @nikmyk 6 років тому +12

    τι ωραιο... Εἲς Ἀπόλλωνα [Δήλιον]
    μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
    ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα:
    καί ῥά τ' ἀναί̈σσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
    πάντες ἀφ' ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
    Λητὼ δ' οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, 5
    ἥ ῥα βιόν τ' ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
    καί οἱ ἀπ' ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
    τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
    πασσάλου ἐκ χρυσέου: τὸν δ' ἐς θρόνον εἷσεν ἄγουσα.
    τῷ δ' ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ 10
    δεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοι
    ἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ,
    οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
    χαῖρε, μάκαιρ' ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
    Ἀπόλλωνά τ' ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, 15
    τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
    κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
    ἀγχοτάτω φοίνικος, ἐπ' Ἰνωποῖο ῥεέθροις.
    πῶς τ' ἄρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα;
    πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ' ἀοιδῆς, 20
    ἠμὲν ἀν' ἤπειρον πορτιτρόφον ἠδ' ἀνὰ νήσους:
    πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
    ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες
    ἀκταί τ' εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
    ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, 25
    κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
    Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
    ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
    ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
    ὅσσους Κρήτη τ' ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν 30
    νῆσός τ' Αἰγίνη ναυσικλειτή τ' Εὔβοια,
    Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
    Θρηίκιός τ' Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
    Θρηικίη τε Σάμος Ἴδης τ' ὄρεα σκιόεντα,
    Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, 35
    /Ἴμβρος τ' εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
    Λέσβος τ' ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
    καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
    παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
    καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ 40
    καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ' αἰπεινὰ κάρηνα
    Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
    καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
    Νάξος τ' ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
    τόσσον ἔπ' ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, 45
    εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
    αἳ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
    Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα:
    πρίν γ' ὅτε δή ῥ' ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
    καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα: 50
    δῆλ', εἰ γάρ κ' ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
    Φοίβου Ἀπόλλωνος, θέσθαι τ' ἔνι πίονα νηόν, --
    ἄλλος δ' οὔτις σεῖό ποθ' ἅψεται, οὐδέ σε λήσει:
    οὐδ' εὔβων σέ γ' ἔσεσθαι ὀίομαι οὔτ' εὔμηλον,
    οὐδὲ τρύγην οἴσεις οὔτ' ἂρ φυτὰ μυρία φύσεις. 55
    εἰ δέ κ' Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
    ἄνθρωποί τοι πάντες ἀγινήσουσ' ἑκατόμβας
    ἐνθάδ' ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
    δημοῦ ἀναί̈ξει βοσκήσεις θ' οἵ κέ σ' ἔχωσι
    χειρὸς ἀπ' ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ' οὖδας. 60
    ὣς φάτο: χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα:
    Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
    ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
    δεξαίμην: αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
    ἀνδράσιν: ὧδε δέ κεν περιτιμήεσσα γενοίμην. 65
    ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω:
    λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
    ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
    καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
    τῷ ῥ' αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν, 70
    μή, ὁπότ' ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
    νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
    ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
    ἔνθ' ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ

  • @MELRA905
    @MELRA905 11 днів тому

    Ευχαριστώ Πολύ.
    Εγώ καταλαβαίνω Ελλινηκα

  • @Πρωτεας
    @Πρωτεας 2 місяці тому

  • @ΟλγαΑρωνη
    @ΟλγαΑρωνη 2 роки тому +3

    Κάθε ώρα φέρνει δώρα!.. ρήση ΕΝΩΔΩΝ!

  • @Ritza.Elefteria.Michaki
    @Ritza.Elefteria.Michaki Рік тому +3

    Τά σέβη μου ❤❤❤

  • @franekja1291
    @franekja1291 Рік тому

    !!!

  • @demetris122
    @demetris122 2 місяці тому

    ARXAIO PNEUMA ATHANATO