Αίνοι Πάσα Πνοή - Στιχολογία - Στιχηρά Ήχος β - Κολοβός

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • Αίνοι, Πάσα πνοή, στιχολογία
    και στιχηρά του Δευτέρου Ήχου
    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον· αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις·
    σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
    Αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
    Στιχολογία
    Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
    Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
    Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
    Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
    Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
    Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
    Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
    Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
    Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς.
    Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
    Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
    Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
    ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
    Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
    Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
    Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
    Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
    Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
    Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
    Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
    Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
    Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
    Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
    Στιχηρά
    Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε,
    ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας,
    ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
    Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα;διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς;
    ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν,
    λέγοντες σὺν ἡμῖν·Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.
    Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος·αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών·
    Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου,
    καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας.
    Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
    Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν,Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος,
    ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν.Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν.
    Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

КОМЕНТАРІ • 9

  • @yannitzili8961
    @yannitzili8961 5 днів тому +1

    5:06 Αινείτε αυτόν επί ταις δυναστείαις...
    5:21 Πασα πνοή και πάσα κρίση...
    6:13 Αινείτε αυτον εν ηχω σαλπιγγος
    6:29 Ειπατωσαν Ιουδαίοι...
    7:49 Αινείτε αυτον εν τυμπάνω και χορω
    8:02 Χαίρετε λαοί και αγαλλίασης
    9:19 Αινείτε αυτόν εν κυμβαλοις ευηχοις
    9:37 Άγγελος μεν το χαίρε...

  • @user-ml8vk3et1m
    @user-ml8vk3et1m 4 роки тому +1

    Πάσα πνοή σε δοξάζει Κύριε

  • @giorgosiakovidhs3878
    @giorgosiakovidhs3878 4 роки тому

    Μπράβο ο Θεός να σε έχει πάντα καλά 🙏🙏🙏

  • @jaycorby
    @jaycorby Рік тому

    Poli oraios

  • @Sotiras.
    @Sotiras. 4 роки тому

    Μπράβο αγορίνα μου,ο Θεός να σε έχει καλά!!🇬🇷🙏

  • @user-up9lc6rl3m
    @user-up9lc6rl3m 11 місяців тому

    Άξιος.. ας αναρτήσεις όλους τους ηχους

  • @dinaki3373
    @dinaki3373 4 роки тому

    Ηρεμια...η φωνη σου. Μπραβο σου. +

  • @giangos
    @giangos 7 місяців тому

    Αγαπητέ Χρήστο, σε ποιο Ναό ψαλλεις;