Δοξαστικό Αἴνων Ἀγίου Σιλουανοῦ τοῦ Ἀθωνίτου, ἦχος πλ. Α’ Ἐ.Γ.Μ.

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • Μέγα σου τὸ ἔλεος, τρισάγιε Κύριε! καὶ πῶς ἀξίως τάς δυναστείας σου ἐκδιηγησώμεθα; ἀνέπλασας γὰρ ἡμᾶς τῷ Πνεύματί σου τῷ Ἁγίῳ, καὶ μακρυνθέντας ἀσώτως τῆς πατρικῆς ἑστίας, πάλιν ἐπανεισήγαγες, ἐπενδύσας τῇ ἁλουργίδι τῶν χαρισμάτων. Ὅθεν νέον ἔχοντες μάρτυρα τῆς δωρεᾶς σου, Σιλουανὸν τὸν μεγαλοφωνότατον, ἐκπληττόμενοι ἱκετεύομέν σε, τὴν φωνὴν αὐτοῦ ὑποκλέπτοντες· δὸς τοῖς λαοῖς τὴν γνῶσίν σου τὴν σωτήριον, δὸς τοις λαοῖς τὴν ἀγάπήν σου τὴν ὑπέρλογον, ἵνα γνόντες συμφώνως δοξάζωμεν ἅπαντες σὲ τὸν Ποιητὴν ἡμῶν εἰς τοὺς αἰῶνας Φιλάνθρωπε, τὸν καταξιώσαντα γενέσθαι συμμόρφους τῆς εἰκόνος σου.
    Το παρόν αποτελεί ζωντανή ηχογράφηση από αγρυπνία για την Εορτή της μνήμης του Αγίου (23.09.24)

КОМЕНТАРІ •